Persians

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. φάλαρον πιφαύσκων.
  2. βάσκε πάτερ ἄκακε Δαριάν,[*](δαριὰν M: δαρειὰν m) οἶ.
Χορός
  1. ὅπως αἰανῆ κλύῃς
  2. νέα τ᾽ ἄχη,
  3. δέσποτα δεσποτᾶν[*](δεσποτᾶν Dindorf: δεσπότου codd.) φάνηθι.
  4. Στυγία γάρ τις ἐπ᾽ ἀχλὺς πεπόταται:
  5. νεολαία γὰρ ἤδη
  6. κατὰ πᾶσ᾽ ὄλωλεν.
  7. βάσκε πάτερ ἄκακε Δαριάν,[*](δαρειὰν M) οἶ.
Χορός
  1. αἰαῖ αἰαῖ:
  2. ὦ πολύκλαυτε φίλοισι θανών,
  3. †τί τάδε δυνάτα[*](sed nihil certi: δυνάτα explicat scholium tanquam pro δυνάστα scriptum) δυνάτα
  4. περὶ τᾷ σᾷ δίδυμα διαγόεν ἁμάρτια;[*](corrupta sic in M leguntur nisi quod ante ἁμάρτια supra scripsit δι᾽ m)[*](legas fortasse τί τάδε δυνατὰ δυνατὰ περισσὰ δίδυμα γοέδν᾽ ἁμάρτια;)
  5. πᾶσαι[*](πᾶσαι Blomfield: πᾶσαν M, πάσᾳ m) <γὰρ>[*](γὰρ add. Dindorf) γᾷ τᾷδ᾽ ἐξ-
  6. έφθινται[*](ἐξέφθινται Blomfield: ἐξέφυντ᾽ αἱ (οι supra υ scr.) M: ἐξέφθιντ᾽ αἱ recc.) τρίσκαλμοι
  7. νᾶες ἄναες ἄναες.
Ειδωλον Δαρειου
  1. ὦ πιστὰ πιστῶν ἥλικές θ᾽ ἥβης ἐμῆς
  2. Πέρσαι γεραιοί, τίνα πόλις[*](πύλεις (ι supra scr. m) M) πονεῖ πόνον;
  3. στένει, κέκοπται, καὶ χαράσσεται πέδον.
  4. λεύσσων δ᾽ ἄκοιτιν τὴν ἐμὴν τάφου πέλας