Persians

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. δαίμονα μεγαυχῆ[*](μεγαυχῆ rec.: μεγαλαυχῆ M V P plerique)
  2. ἰόντ᾽ αἰνέσατ᾽ ἐκ δόμων,
  3. Περσᾶν Σουσιγενῆ θεόν:
  4. πέμπετε[*](πέμπεται, ε supra scr. M) δ᾽ ἄνω <τὸν>[*](τὸν add. Bothe) οἷον οὔπω
  5. Περσὶς αἶ᾽ ἐκάλυψεν.
Χορός
  1. ἦ φίλος ἁνήρ,[*](ἁνήρ Burney: ἀνήρ codd.) [ἦ[*](ἦ seclusit Arnaldus)] φίλος ὄχθος:
  2. φίλα γὰρ κέκευθεν ἤθη.
  3. Ἀιδωνεὺς δ᾽ ἀναπομπ-
  4. ὸς[*](ἀνὰ πομπὸς M) ἀνείης, Ἀιδωνεύς,
  5. θεῖον[*](θεῖον Schütz, ἀνάκτορα Δαριᾶνα Dindorf: δαρεῖον οἶον ἄνακτα δαρειὰν codd. [in M δαρείὰν]) ἀνάκτορα Δαριᾶνα. ἠέ.
Χορός
  1. οὐδὲ[*](οὐδὲ Dindorf: οὔτε codd.) γὰρ ἄνδρας ποτ᾽ ἀπώλλυ[*](ἀπώλλυ recc.: ἀπόλλυ M)
  2. πολεμοφθόροισιν ἄταις,
  3. θεομήστωρ δ᾽ ἐκικλή-
  4. σκετο Πέρσαις, θεομήστωρ δ᾽
  5. ἔσκεν, ἐπεὶ στρατὸν εὖ ποδούχει.[*](εὖ ποδούχει (ex Polluce, 1. 98, aliisque) Dindorf: εὖ ἐποδώκει m, recc.: ὑπεδώκει M [in G glossa διώκει exstat, unde διῴκει conicit Paley]) ἠέ.
Χορός
  1. βαλήν,[*](βαλήν rec. et Eustathius 381: βαλλήν codd. plerique) ἀρχαῖος βαλήν,
  2. ἴθι, ἱκοῦ:
  3. ἔλθ᾽ ἐπ᾽ ἄκρον κόρυμβον ὄχθου,
  4. κροκόβαπτον ποδὸς εὔμαριν ἀείρων,
  5. βασιλείου τιάρας[*](τιάρας recc.: τιήρας M G)