Persians
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς.
- βασίλεια γύναι, πρέσβος Πέρσαις,
- σύ τε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς,
- ἡμεῖς θ᾽ ὕμνοις αἰτησόμεθα
- φθιμένων πομποὺς
- εὔφρονας εἶναι κατὰ γαίας.
- ἀλλά, χθόνιοι δαίμονες ἁγνοί,
- Γῆ τε καὶ Ἑρμῆ, βασιλεῦ τ᾽ ἐνέρων,
- πέμψατ᾽ ἔνερθεν ψυχὴν ἐς φῶς:
- εἰ γάρ τι κακῶν ἄκος οἶδε πλέον,
- μόνος ἂν θνητῶν πέρας εἴποι.
- ἀλλὰ σύ μοι Γᾶ τε καὶ ἄλλοι
- χθονίων ἁγεμόνες