Persians

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τὸν αὐτὸν αἰεὶ δαίμον᾽ οὐριεῖν τύχην.[*](τύχην Weil: τύχης codd.)
  2. ἐμοὶ γὰρ ἤδη πάντα μὲν φόβου πλέα
  3. ἐν ὄμμασιν τἀνταῖα φαίνεται θεῶν,
  4. βοᾷ δ᾽ ἐν ὠσὶ κέλαδος οὐ παιώνιος:
  5. τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας.
  6. τοιγὰρ κέλευθον τήνδ᾽ ἄνευ τ᾽ ὀχημάτων
  7. χλιδῆς τε τῆς πάροιθεν ἐκ δόμων πάλιν
  8. ἔστειλα,[*](ἔστειλα] ἐστείλατο M: ἔστειλα τῷ recc.) παιδὸς πατρὶ πρευμενεῖς χοὰς
  9. φέρουσ᾽, ἅπερ νεκροῖσι μειλικτήρια,
  10. βοός τ᾽ ἀφ᾽ ἁγνῆς λευκὸν εὔποτον γάλα,
  11. τῆς τ᾽ ἀνθεμουργοῦ στάγμα, παμφαὲς μέλι,
  12. λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα,
  13. ἀκήρατόν τε μητρὸς ἀγρίας ἄπο
  14. ποτὸν παλαιᾶς ἀμπέλου γάνος τόδε:
  15. τῆς τ᾽ αἰὲν ἐν φύλλοισι θαλλούσης βίον[*](βίον] ἴσον Dindorf)
  16. ξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα,
  17. ἄνθη τε πλεκτά,[*](πλεκτά] πληκτά M, ε supra η scr. m) παμφόρου γαίας τέκνα.
  18. ἀλλ᾽, ὦ φίλοι, χοαῖσι ταῖσδε νερτέρων
  19. ὕμνους ἐπευφημεῖτε, τόν τε δαίμονα
  20. Δαρεῖον ἀγκαλεῖσθε,[*](ἀγκαλεῖσθε Dindorf: ἀνακαλεῖσθαι M: ἀνακαλεῖσθε recc.) γαπότους δ᾽ ἐγὼ