Persians

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. δυρόμενοι γέροντες
  2. τὸ πᾶν δὴ κλύουσιν ἄλγος.
Χορός
  1. τοὶ δ᾽ ἀνὰ γᾶν Ἀσίαν δὴν
  2. οὐκέτι περσονομοῦνται,
  3. οὐδ᾽ ἔτι δασμοφοροῦσιν
  4. δεσποσύνοισιν ἀνάγκαις,
  5. οὐδ᾽[*](οὐδ᾽ Heath: οὔτ᾽ codd.) ἐς γᾶν προπίτνοντες[*](προπίτνοντες P: προσπίτνοντες M G recc.)
  6. ἅζονται:[*](ἅζονται Halm: ἄρξονται codd.) βασιλεία[*](βασιλεία] post hanc vocem in M P legitur ἡ βασιλικὴ, quod e scholio illatum eiciendum)
  7. γὰρ διόλωλεν ἰσχύς.
Χορός
  1. οὐδ᾽ ἔτι γλῶσσα βροτοῖσιν
  2. ἐν φυλακαῖς: λέλυται γὰρ
  3. λαὸς ἐλεύθερα βάζειν,
  4. ὡς ἐλύθη ζυγὸν ἀλκᾶς.
  5. αἱμαχθεῖσα δ᾽ ἄρουραν[*](ἄρουραν Porson: ἄρουρα codd.)
  6. Αἴαντος περικλύστα
  7. νᾶσος ἔχει τὰ Περσᾶν.[*](Περσᾶν Blomfield: περσῶν codd.)
Ἄτοσσα
  1. φίλοι, κακῶν μὲν ὅστις ἔμπειρος[*](ἔμπειρος G P: ἔμπορος M plerique) κυρεῖ,
  2. ἐπίσταται βροτοῖσιν ὡς ὅταν κλύδων
  3. κακῶν ἐπέλθῃ πάντα δειμαίνειν φιλεῖ:
  4. ὅταν δ᾽ ὁ δαίμων εὐροῇ, πεποιθέναι