Persians

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. χὤστις μὲν ἡμῶν πρὶν σκεδασθῆναι θεοῦ
  2. ἀκτῖνας ὡρμήθη, σεσωσμένος κυρεῖ.
  3. φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλος
  4. μέσον πόρον διῆκε, θερμαίνων φλογί:
  5. πῖπτον δ᾽ ἐπ᾽ ἀλλήλοισιν: ηὐτύχει[*](ηὐτύχει Paley: εὐτυχεῖ M V: εὐτυχὴς recc. plerique) δέ τοι
  6. ὅστις τάχιστα πνεῦμ᾽ ἀπέρρηξεν βίου.
  7. ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας,
  8. Θρῄκην περάσαντες μόγις πολλῷ πόνῳ,
  9. ἥκουσιν ἐκφυγόντες, οὐ πολλοί τινες,
  10. ἐφ᾽ ἑστιοῦχον γαῖαν: ὡς στένειν πόλιν
  11. Περσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός.
  12. ταῦτ᾽ ἔστ᾽ ἀληθῆ: πολλὰ δ᾽ ἐκλείπω λέγων
  13. κακῶν ἃ Πέρσαις ἐγκατέσκηψεν θεός.
Χορός
  1. ὦ δυσπόνητε δαῖμον, ὡς ἄγαν βαρὺς
  2. ποδοῖν ἐνήλλου[*](ἐνήλλου recc.: ἐνήλου M G) παντὶ Περσικῷ γένει.
Ἄτοσσα
  1. οἲ ᾽γὼ[*](οἲ ᾽γὼ Porson: οῖ ἐγὼ M: οἲ ἐγὼ recc.) τάλαινα διαπεπραγμένου στρατοῦ:
  2. ὦ νυκτὸς ὄψις ἐμφανὴς ἐνυπνίων,
  3. ὡς κάρτα μοι σαφῶς ἐδήλωσας κακά.
  4. ὑμεῖς δὲ φαύλως αὔτ᾽ ἄγαν ἐκρίνατε.
  5. ὅμως δ᾽, ἐπειδὴ τῇδ᾽ ἐκύρωσεν φάτις