Persians

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ὑμῶν, θεοῖς μὲν πρῶτον εὔξασθαι θέλω:
  2. ἔπειτα γῇ τε καὶ φθιτοῖς δωρήματα
  3. ἥξω λαβοῦσα πέλανον ἐξ οἴκων ἐμῶν,—
  4. ἐπίσταμαι μὲν ὡς ἐπ᾽ ἐξειργασμένοις,
  5. ἀλλ᾽ ἐς τὸ λοιπὸν εἴ τι δὴ λῷον πέλοι.
  6. ὑμᾶς[*](ὑμᾶς recc.: ἡμᾶς M) δὲ χρὴ ᾽πὶ τοῖσδε τοῖς πεπραγμένοις
  7. πιστοῖσι[*](πιστοῖσι recc.: πιστοῖς M) πιστὰ ξυμφέρειν βουλεύματα:
  8. καὶ παῖδ᾽, ἐάν περ δεῦρ᾽ ἐμοῦ πρόσθεν μόλῃ,
  9. παρηγορεῖτε, καὶ προπέμπετ᾽ ἐς δόμους,
  10. μὴ καί τι[*](καί τι recc.: κέτι M προσθῆται (sed pravo accentu) Turnebus: πρόσθητε codd.) πρὸς κακοῖσι προσθῆται κακόν.
Χορός
  1. ὦ Ζεῦ βασιλεῦ, νῦν <μὲν[*](μὲν add. Schütz)> Περσῶν
  2. τῶν μεγαλαύχων καὶ πολυάνδρων
  3. στρατιὰν ὀλέσας
  4. ἄστυ τὸ Σούσων ἠδ᾽ Ἀγβατάνων
  5. πένθει δνοφερῷ κατέκρυψας:
  6. πολλαὶ δ᾽ ἀταλαῖς[*](ἀταλαῖς V recc.: ἀπαλαῖς M: ἁπαλαῖς recc.) χερσὶ καλύπτρας
  7. κατερεικόμεναι[*](in fine v. μητέρες οἰκτραὶ add. Dindorf)
  8. διαμυδαλέοις δάκρυσι κόλπους
  9. τέγγουσ᾽, ἄλγους μετέχουσαι.
  10. αἱ δ᾽ ἁβρόγοοι Περσίδες ἀνδρῶν