Persians
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- στρατὸς δ᾽ ὁ λοιπὸς ἔν τε Βοιωτῶν χθονὶ
- διώλλυθ᾽, οἱ μὲν ἀμφὶ κρηναῖον γάνος
- δίψῃ πονοῦντες, οἱ δ᾽ ὑπ᾽ ἄσθματος κενοὶ
- διεκπερῶμεν ἔς τε Φωκέων χθόνα
- καὶ Δωρίδ᾽ αἶαν, Μηλιᾶ τε κόλπον, οὗ
- Σπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ:
- κἀντεῦθεν ἡμᾶς γῆς Ἀχαιίδος πέδον
- καὶ Θεσσαλῶν πόλεις[*](πόλεις L. Schiller: πόλις M: πόλισμ᾽ recc.) ὑπεσπανισμένους
- βορᾶς ἐδέξαντ᾽: ἔνθα δὴ πλεῖστοι θάνον
- δίψῃ τε λιμῷ τ᾽: ἀμφότερα γὰρ ἦν τάδε.
- Μαγνητικὴν δὲ γαῖαν ἔς τε Μακεδόνων
- χώραν ἀφικόμεσθ᾽, ἐπ᾽ Ἀξίου πόρον,
- Βόλβης θ᾽ ἕλειον δόνακα, Πάγγαιόν τ᾽ ὄρος,
- Ἠδωνίδ᾽ αἶαν: νυκτὶ δ᾽ ἐν ταύτῃ θεὸς
- χειμῶν᾽ ἄωρον ὦρσε, πήγνυσιν δὲ πᾶν
- ῥέεθρον ἁγνοῦ Στρυμόνος. θεοὺς δέ τις
- τὸ πρὶν νομίζων οὐδαμοῦ τότ᾽ ηὔχετο
- λιταῖσι, γαῖαν οὐρανόν τε προσκυνῶν.
- ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατο
- στρατός, περᾷ κρυσταλλοπῆγα διὰ πόρον: