Persians

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τέλος δ᾽ ἐφορμηθέντες ἐξ ἑνὸς ῥόθου
  2. παίουσι, κρεοκοποῦσι δυστήνων μέλη,
  3. ἕως ἁπάντων ἐξαπέφθειραν βίον.
  4. Ξέρξης δ᾽ ἀνῴμωξεν κακῶν ὁρῶν βάθος:
  5. ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ[*](εὐαγῆ iniuria suspectum) στρατοῦ,
  6. ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός:
  7. ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγύ,
  8. πεζῷ παραγγείλας ἄφαρ στρατεύματι,
  9. ἵησ᾽[*](ἵησ᾽ Robortello: ἴησ᾽ M: ἤιξ᾽ recc.: ἤισσ᾽ G. C. W. Schneider) ἀκόσμῳ ξὺν φυγῇ. τοιάνδε σοι
  10. πρὸς τῇ πάροιθε συμφορὰν στένειν[*](στένειν πάρα Dindorf: παρὰ (mutavit in πάρα m) στένειν M) πάρα.
Ἄτοσσα
  1. ὦ στυγνὲ δαῖμον, ὡς ἄρ᾽ ἔψευσας φρενῶν
  2. Πέρσας: πικρὰν δὲ παῖς ἐμὸς τιμωρίαν
  3. κλεινῶν Ἀθηνῶν ηὗρε, κοὐκ ἀπήρκεσαν[*](ἀπήρκεσαν recc.: ἀπήρκεσε M)
  4. οὓς πρόσθε Μαραθὼν βαρβάρων ἀπώλεσεν:
  5. ὧν ἀντίποινα παῖς ἐμὸς πράξειν δοκῶν
  6. τοσόνδε[*](τοσόνδε recc.: τοσῶν δὲ M) πλῆθος πημάτων ἐπέσπασεν.
  7. σὺ δ᾽ εἰπέ, ναῶν αἳ πεφεύγασιν μόρον,
  8. ποῦ τάσδ᾽[*](αἳ ... τάσδ᾽] οἳ ... τούσδ᾽ Thurot, quem frustra probant edd.) ἔλειπες: οἶσθα σημῆναι τορῶς;
Ἄγγελος
  1. ναῶν γε[*](γε Robortello: δὲ codd.) ταγοὶ τῶν λελειμμένων σύδην
  2. κατ᾽ οὖρον οὐκ εὔκοσμον αἴρονται[*](αἴρονται Elmsley: αἰροῦνται M: αἱροῦνται recc.) φυγήν: