Persians

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ψυχήν τ᾽ ἄριστοι κεὐγένειαν ἐκπρεπεῖς,
  2. αὐτῷ τ᾽ ἄνακτι πίστιν ἐν πρώτοις ἀεί,
  3. τεθνᾶσιν αἰσχρῶς[*](αἰσχρῶς M G V P: οἰκτρῶς rec.) δυσκλεεστάτῳ μόρῳ.
Ἄτοσσα
  1. οἲ ᾽γὼ τάλαινα συμφορᾶς κακῆς, φίλοι.
  2. ποίῳ μόρῳ δὲ τούσδε φῂς ὀλωλέναι;
Ἄγγελος
  1. νῆσός τις ἐστὶ πρόσθε Σαλαμῖνος τόπων,
  2. βαιά, δύσορμος ναυσίν, ἣν ὁ φιλόχορος
  3. Πὰν ἐμβατεύει, ποντίας ἀκτῆς ἔπι.
  4. ἐνταῦθα πέμπει τούσδ᾽, ὅπως,[*](ὅταν] ὅτ᾽ ἐκ Elmsley: frustra) ὅταν νεῶν
  5. φθαρέντες ἐχθροὶ νῆσον ἐκσῳζοίατο,
  6. κτείνοιεν εὐχείρωτον Ἑλλήνων στρατόν,
  7. φίλους δ᾽ ὑπεκσῴζοιεν ἐναλίων πόρων,
  8. κακῶς τὸ μέλλον ἱστορῶν. ὡς γὰρ θεὸς
  9. ναῶν ἔδωκε κῦδος Ἕλλησιν μάχης,
  10. αὐθημερὸν φράξαντες εὐχάλκοις δέμας
  11. ὅπλοισι ναῶν ἐξέθρῳσκον: ἀμφὶ δὲ
  12. κυκλοῦντο πᾶσαν νῆσον, ὥστ᾽ ἀμηχανεῖν
  13. ὅποι τράποιντο. πολλὰ μὲν γὰρ ἐκ χερῶν
  14. πέτροισιν ἠράσσοντο, τοξικῆς τ᾽ ἀπὸ
  15. θώμιγγος ἰοὶ προσπίτνοντες ὤλλυσαν:[*](ὤλλυσαν recc.: ὄλλυσαν M sed v. ad 13)