Persians
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- φυγῇ δ᾽ ἀκόσμῳ[*](ἀκόσμῳ rec.: ἀκόσμως codd. cett.) πᾶσα ναῦς ἠρέσσετο,
- ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος.
- τοὶ δ᾽ ὥστε θύννους ἤ τιν᾽ ἰχθύων βόλον
- ἀγαῖσι κωπῶν θραύμασίν τ᾽ ἐρειπίων
- ἔπαιον, ἐρράχιζον: οἰμωγὴ[*](οἰμωγὴ recc.: οἰμωγῆς M) δ᾽ ὁμοῦ
- κωκύμασιν κατεῖχε πελαγίαν ἅλα,
- ἕως κελαινῆς νυκτὸς ὄμμ᾽ ἀφείλετο.
- κακῶν δὲ πλῆθος, οὐδ᾽ ἂν εἰ δέκ᾽ ἤματα
- στοιχηγοροίην,[*](στοιχηγοροίην recc.: στοιχοιγαροίην (ο supra α scr.) M) οὐκ ἂν ἐκπλήσαιμί σοι.
- εὖ γὰρ τόδ᾽ ἴσθι, μηδάμ᾽[*](μηδάμ᾽ recc.: μὴδ᾽ ἂν M) ἡμέρᾳ μιᾷ
- πλῆθος τοσουτάριθμον[*](τοσουτάριθμον rec. et schol.: τοσοῦτ᾽ ἀριθμὸν M) ἀνθρώπων θανεῖν.
- αἰαῖ, κακῶν δὴ πέλαγος ἔρρωγεν[*](ἔρρωγεν rec.: ἔρρω.ται (correctum in ἔρρωγε m1) M) μέγα
- Πέρσαις τε καὶ πρόπαντι βαρβάρων γένει.
- εὖ νυν[*](νῦν M) τόδ᾽ ἴσθι, μηδέπω μεσοῦν κακόν:
- τοιάδ᾽ ἐπ᾽ αὐτοὺς ἦλθε συμφορὰ πάθους,
- ὡς τοῖσδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ.
- καὶ τίς γένοιτ᾽ ἂν τῆσδ᾽[*](τῆσδ᾽ ἔτ᾽ rec.: τῆσδέ τ᾽ M G recc.) ἔτ᾽ ἐχθίων τύχη;
- λέξον τίν᾽ αὖ φῂς τήνδε συμφορὰν στρατῷ
- ἐλθεῖν κακῶν ῥέπουσαν ἐς τὰ μάσσονα.
- Περσῶν ὅσοιπερ ἦσαν ἀκμαῖοι φύσιν,