Persians

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. πολλὴν βοήν, “ὦ παῖδες Ἑλλήνων ἴτε,
  2. ἐλευθεροῦτε πατρίδ᾽, ἐλευθεροῦτε δὲ
  3. παῖδας, γυναῖκας, θεῶν τε πατρῴων ἕδη,
  4. θήκας τε προγόνων: νῦν ὑπὲρ πάντων ἀγών.”
  5. καὶ μὴν παρ᾽ ἡμῶν Περσίδος γλώσσης ῥόθος
  6. ὑπηντίαζε, κοὐκέτ᾽ ἦν μέλλειν ἀκμή.
  7. εὐθὺς δὲ ναῦς ἐν νηὶ χαλκήρη στόλον
  8. ἔπαισεν: ἦρξε δ᾽ ἐμβολῆς Ἑλληνικὴ
  9. ναῦς, κἀποθραύει πάντα Φοινίσσης νεὼς
  10. κόρυμβ᾽, ἐπ᾽ ἄλλην δ᾽ ἄλλος ηὔθυνεν δόρυ.
  11. τὰ πρῶτα μέν νυν[*](νυν V: νῦν M) ῥεῦμα Περσικοῦ στρατοῦ
  12. ἀντεῖχεν: ὡς δὲ πλῆθος ἐν στενῷ νεῶν
  13. ἤθροιστ᾽, ἀρωγὴ δ᾽ οὔτις ἀλλήλοις παρῆν,
  14. αὐτοὶ θ᾽[*](θ᾽ Blomfield: δ᾽ codd.) ὑφ᾽[*](ὑφ᾽ αὑπῶν recc.: ὑπ᾽ αὐτῶν M) αὑτῶν ἐμβόλοις[*](ἐμβόλοις Stanley: ἐμβολαῖς codd.) χαλκοστόμοις
  15. παίοντ᾽, ἔθραυον πάντα κωπήρη στόλον,
  16. Ἑλληνικαί τε νῆες οὐκ ἀφρασμόνως
  17. κύκλῳ πέριξ ἔθεινον, ὑπτιοῦτο δὲ
  18. σκάφη νεῶν, θάλασσα δ᾽ οὐκέτ᾽ ἦν ἰδεῖν,
  19. ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν.
  20. ἀκταὶ δὲ νεκρῶν χοιράδες τ᾽ ἐπλήθυον,