Persians

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. καὶ πάννυχοι δὴ διάπλοον καθίστασαν
  2. ναῶν ἄνακτες πάντα ναυτικὸν λεών.
  3. καὶ νὺξ ἐχώρει, κοὐ μάλ᾽ Ἑλλήνων στρατὸς
  4. κρυφαῖον ἔκπλουν οὐδαμῇ καθίστατο:
  5. ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα
  6. πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν,
  7. πρῶτον μὲν ἠχῇ κέλαδος Ἑλλήνων πάρα
  8. μολπηδὸν ηὐφήμησεν, ὄρθιον δ᾽ ἅμα
  9. ἀντηλάλαξε νησιώτιδος πέτρας
  10. ἠχώ: φόβος δὲ πᾶσι βαρβάροις παρῆν[*](om. M, in margine add. m)
  11. γνώμης ἀποσφαλεῖσιν: οὐ γὰρ ὡς φυγῇ
  12. παιᾶν᾽ ἐφύμνουν σεμνὸν Ἕλληνες τότε,
  13. ἀλλ᾽ ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει:
  14. σάλπιγξ δ᾽[*](δ᾽ postea add. M) ἀυτῇ πάντ᾽ ἐκεῖν᾽ ἐπέφλεγεν.
  15. εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ
  16. ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος,
  17. θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν.
  18. τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας
  19. ἡγεῖτο κόσμῳ, δεύτερον δ᾽ ὁ πᾶς στόλος
  20. ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν