Persians
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- Ἕλληνος ἀνδρὸς οὐδὲ τὸν θεῶν φθόνον,
- πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον,
- εὖτ᾽ ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόνα
- λήξῃ, κνέφας δὲ τέμενος αἰθέρος λάβῃ,
- τάξαι νεῶν μὲν στῖφος[*](μὲν στῖφος Brunck: στῖφος μὲν M G recc.) ἐν στοίχοις τρισὶν
- ἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους,
- ἄλλας δὲ κύκλῳ νῆσον Αἴαντος πέριξ:
- ὡς εἰ μόρον φευξοίαθ᾽ Ἕλληνες κακόν,
- ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά,
- πᾶσιν στέρεσθαι κρατὸς ἦν προκείμενον.
- τοσαῦτ᾽ ἔλεξε κάρθ᾽ ὑπ᾽ εὐθύμου φρενός:
- οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο.
- οἱ δ᾽ οὐκ ἀκόσμως, ἀλλὰ πειθάρχῳ φρενὶ
- δεῖπνόν <τ᾽>[*](τ᾽ add. Scaliger) ἐπορσύνοντο, ναυβάτης τ᾽ ἀνὴρ
- τροποῦτο κώπην σκαλμὸν ἀμφ᾽ εὐήρετμον.
- ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο
- καὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξ
- ἐς ναῦν ἐχώρει πᾶς θ᾽[*](δ᾽ M) ὅπλων ἐπιστάτης:
- τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς:
- πλέουσι δ᾽ ὡς ἕκαστος ἦν τεταγμένος,