Persians

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ὧν ἦγε πλῆθος, αἱ δ᾽ ὑπέρκοποι[*](ὑπέρκοποι Wakefield: ὑπέρκομποι codd.) τάχει
  2. ἑκατὸν δὶς ἦσαν ἑπτά θ᾽: ὧδ᾽ ἔχει λόγος.
  3. μή σοι δοκοῦμεν τῇδε λειφθῆναι[*](λειφθῆναι recc.: ληφθῆναι M) μάχῃ;
  4. ἀλλ᾽ ὧδε δαίμων τις κατέφθειρε στρατόν,
  5. τάλαντα βρίσας οὐκ ἰσορρόπῳ τύχῃ.
  6. θεοὶ πόλιν σῴζουσι Παλλάδος[*](paragrapho praefixa alii personae tribuunt codd.: recte nuntio continuavit Schütz) θεᾶς.
Ἄτοσσα
  1. ἔτ᾽ ἆρ᾽ Ἀθηνῶν ἔστ᾽ ἀπόρθητος πόλις;
Ἄγγελος
  1. ἀνδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές.
Ἄτοσσα
  1. ἀρχὴ δὲ ναυσὶ συμβολῆς τίς ἦν, φράσον:
  2. τίνες κατῆρξαν, πότερον Ἕλληνες, μάχης,
  3. ἢ παῖς ἐμός, πλήθει καταυχήσας νεῶν;
Ἄγγελος
  1. ἦρξεν μέν, ὦ δέσποινα, τοῦ παντὸς κακοῦ
  2. φανεὶς ἀλάστωρ ἢ κακὸς δαίμων ποθέν.
  3. ἀνὴρ γὰρ Ἕλλην ἐξ Ἀθηναίων στρατοῦ
  4. ἐλθὼν ἔλεξε παιδὶ σῷ Ξέρξῃ τάδε,
  5. ὡς εἰ μελαίνης νυκτὸς ἵξεται κνέφας,
  6. Ἕλληνες οὐ μενοῖεν,[*](μενοῖεν Monk: μένοιεν codd.) ἀλλὰ σέλμασιν
  7. ναῶν ἐπενθορόντες[*](ἐπενθορόντες G V: ἐπανθορόντες M recc.) ἄλλος ἄλλοσε
  8. δρασμῷ κρυφαίῳ βίοτον ἐκσωσοίατο.
  9. ὁ δ᾽ εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνεὶς δόλον