Persians

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. πένθος παρασχών, Σεισάμης θ᾽ ὁ Μύσιος,
  2. Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν
  3. ταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ,
  4. κεῖται θανὼν δείλαιος οὐ μάλ᾽ εὐτυχῶς:
  5. Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν,
  6. Κιλίκων ἔπαρχος,[*](ἔπαρχος V: ἄπαρχὸς M) εἷς ἀνὴρ πλεῖστον πόνον
  7. ἐχθροῖς παρασχών, εὐκλεῶς ἀπώλετο.
  8. τοσόνδε ταγῶν[*](τοσόνδε ταγῶν Weil: τοιῶνδ᾽ ἀρχόντων codd.) νῦν[*](νῦν m1 recc.: om. M) ὑπεμνήσθην πέρι.
  9. πολλῶν παρόντων δ᾽[*](δ᾽ recc.: om. M) ὀλίγ᾽ ἀπαγγέλλω κακά.
Ἄτοσσα
  1. αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε,
  2. αἴσχη τε Πέρσαις καὶ λιγέα κωκύματα.
  3. ἀτὰρ φράσον μοι τοῦτ᾽ ἀναστρέψας πάλιν:
  4. πόσον δὲ[*](δὲ recc. aliquot: δὴ M cett.: τι Turnebus) πλῆθος ἦν νεῶν Ἑλληνίδων,
  5. ὥστ᾽ ἀξιῶσαι Περσικῷ στρατεύματι
  6. μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς;
Ἄγγελος
  1. πλήθους μὲν ἂν σάφ᾽ ἴσθ᾽ ἕκατι βάρβαρον[*](βάρβαρον Heath: βαρβάρων codd.)
  2. ναυσὶν κρατῆσαι. καὶ γὰρ Ἕλλησιν μὲν ἦν
  3. ὁ πᾶς ἀριθμὸς ἐς τριακάδας δέκα
  4. ναῶν, δεκὰς δ᾽ ἦν τῶνδε χωρὶς ἔκκριτος:
  5. Ξέρξῃ δέ, καὶ γὰρ οἶδα, χιλιὰς μὲν ἦν