Persians
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- Ἀρτεμβάρης δὲ μυρίας ἵππου[*](ἵππους (rasura in ἵππου factum) M) βραβεὺς
- στύφλους παρ᾽ ἀκτὰς θείνεται Σιληνιῶν.
- χὠ χιλίαρχος Δαδάκης πληγῇ δορὸς
- πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο:
- Τενάγων τ᾽ ἀριστεὺς[*](ἀριστεὺς Blomfield: ἄριστος codd.) Βακτρίων ἰθαγενὴς
- θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ.
- Λίλαιος, Ἀρσάμης τε κἀργήστης τρίτος,
- οἵδ᾽ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα
- δινούμενοι[*](δινούμενοι Wecklein: νικωμένοι codd.) κύρισσον ἰσχυρὰν χθόνα:
- πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου
- Ἀρκτεύς, Ἀδεύης, καὶ Φερεσσάκης[*](Φερεσσάκης Bothe: φρεσεύης M: φερεσσεύης recc.) τρίτος,
- Φαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον.
- Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών,
- ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας,
- πυρσὴν[*](πυρσὴν Porson: πυρὰν M, πυρρὰν m) ζαπληθῆ δάσκιον γενειάδα
- ἔτεγγ᾽, ἀμείβων χρῶτα πορφυρᾷ[*](πορφυρᾷ Porson: πορφυρέα M) βαφῇ.
- καὶ Μᾶγος Ἄραβος, Ἀρτάβης τε Βάκτριος,
- σκληρᾶς μέτοικος γῆς, ἐκεῖ κατέφθιτο.
- Ἄμιστρις Ἀμφιστρεύς τε πολύπονον δόρυ
- νωμῶν, ὅ τ᾽ ἐσθλὸς Ἀριόμαρδος Σάρδεσι[*](v. ob metrum inusitatum suspectus, fort. iniuria)