Persians

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. δᾴος,[*](δᾴους scripsi: δᾴοις codd.) ὡς πάντα παγκάκως
  2. ἤνυσαν,[*](ἤνυσαν Wecklein: ἔθεσαν codd.) αἰαῖ, στρατοῦ φθαρέντος.
Ἄγγελος
  1. ὦ πλεῖστον ἔχθος ὄνομα Σαλαμῖνος κλύειν:
  2. φεῦ, τῶν Ἀθηνῶν ὡς στένω μεμνημένος.
Χορός
  1. στυγναί γ᾽ Ἀθᾶναι[*](Ἀθᾶναι recc.: Ἀθῆναι M) δᾴοις:
  2. μεμνῆσθαί τοι πάρα
  3. ὡς πολλὰς Περσίδων μάταν
  4. εὔνιδας ἔκτισσαν[*](εὔνιδας ἔκτισσαν Boeckh: ἔκτισαν εὐνίδας codd.) ἠδ᾽ ἀνάνδρους.
Ἄτοσσα
  1. σιγῶ πάλαι δύστηνος ἐκπεπληγμένη
  2. κακοῖς: ὑπερβάλλει γὰρ ἥδε συμφορά,
  3. τὸ μήτε λέξαι μήτ᾽ ἐρωτῆσαι πάθη.
  4. ὅμως δ᾽ ἀνάγκη πημονὰς βροτοῖς φέρειν
  5. θεῶν διδόντων: πᾶν δ᾽ ἀναπτύξας πάθος
  6. λέξον καταστάς, κεἰ στένεις κακοῖς ὅμως,
  7. τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν
  8. τῶν ἀρχελείων, ὅστ᾽ ἐπὶ σκηπτουχίᾳ
  9. ταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών.
Ἄγγελος
  1. Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος.[*](βλέπει φάος schol. ad Ar. Ran. 1060: φάος βλέπει codd.)
Ἄτοσσα
  1. ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγα
  2. καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου.