Persians
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἦ μακροβίοτος
- ὅδε γέ τις αἰὼν ἐφάνθη
- γεραιοῖς, ἀκούειν
- τόδε πῆμ᾽ ἄελπτον.
- καὶ μὴν παρών γε[*](γε recc.: τε M G plerique) κοὐ λόγους ἄλλων κλύων,
- Πέρσαι, φράσαιμ᾽ ἂν οἷ᾽ ἐπορσύνθη κακά.
- πλήθουσι νεκρῶν δυσπότμως ἐφθαρμένων
- Σαλαμῖνος ἀκταὶ πᾶς τε πρόσχωρος τόπος.
- οὐδὲν γὰρ ἤρκει τόξα, πᾶς δ᾽ ἀπώλλυτο
- στρατὸς δαμασθεὶς ναΐοισιν ἐμβολαῖς
- ἴυζ᾽ ἄποτμον Πέρσαις
- δυσαιανῆ βοὰν[*](Πέρσαις ... βοὰν Wecklein: βοὰν ... Πέρσαις codd.)