Persians

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. οὔτινος δοῦλοι κέκληνται φωτὸς οὐδ᾽ ὑπήκοοι.
Ἄτοσσα
  1. πῶς ἂν οὖν μένοιεν ἄνδρας πολεμίους ἐπήλυδας;
Χορός
  1. ὥστε Δαρείου πολύν τε καὶ καλὸν φθεῖραι στρατόν.
Ἄτοσσα
  1. δεινά τοι λέγεις κιόντων[*](κιόντων Wecklein: ἰόντων codd.) τοῖς τεκοῦσι φροντίσαι.
Χορός
  1. ἀλλ᾽ ἐμοὶ δοκεῖν τάχ᾽ εἴσει πάντα ναμερτῆ[*](ναμερτῆ Porson: νημαρτῆ (ε ex α factum) M) λόγον.
  2. τοῦδε γὰρ δράμημα φωτὸς Περσικὸν πρέπει μαθεῖν,
  3. καὶ φέρει σαφές τι πρᾶγος ἐσθλὸν ἢ κακὸν κλύειν.
Ἄγγελος
  1. ὦ γῆς ἁπάσης Ἀσιάδος πολίσματα,
  2. ὦ Περσὶς αἶα καὶ μέγας[*](μέγας (ex Eur. Orest. 1077) Nauck: πολὺς codd.) πλούτου λιμήν,
  3. ὡς ἐν μιᾷ πληγῇ κατέφθαρται πολὺς
  4. ὄλβος, τὸ Περσῶν δ᾽ ἄνθος οἴχεται πεσόν.
  5. ὤμοι, κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά:
  6. ὅμως δ᾽ ἀνάγκη πᾶν ἀναπτύξαι πάθος,
  7. Πέρσαι: στρατὸς γὰρ πᾶς ὄλωλε βαρβάρων.
Χορός
  1. ἄνι᾽ ἄνια κακὰ
  2. νεόκοτα καὶ δάι᾽. αἰαῖ,
  3. διαίνεσθε, Πέρσαι,
  4. τόδ᾽ ἄχος κλύοντες.
Ἄγγελος
  1. ὡς πάντα γ᾽ ἔστ᾽ ἐκεῖνα διαπεπραγμένα:
  2. αὐτὸς δ᾽ ἀέλπτως νόστιμον βλέπω φάος.