Persians
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἐσθλά σοι πέμπειν τέκνῳ τε γῆς ἔνερθεν ἐς φάος,
- τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχ᾽ ἀμαυροῦσθαι σκότῳ.
- ταῦτα θυμόμαντις ὢν σοὶ πρευμενῶς παρῄνεσα:
- εὖ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι.
- ἀλλὰ μὴν εὔνους γ᾽ ὁ πρῶτος τῶνδ᾽ ἐνυπνίων κριτὴς
- παιδὶ καὶ δόμοις ἐμοῖσι τήνδ᾽ ἐκύρωσας φάτιν.
- ἐκτελοῖτο δὴ[*](δὴ recc.: δὲ M G) τὰ χρηστά: ταῦτα δ᾽, ὡς ἐφίεσαι,
- πάντα θήσομεν θεοῖσι τοῖς τ᾽ ἔνερθε γῆς φίλοις,
- εὖτ᾽ ἂν εἰς οἴκους μόλωμεν. κεῖνο[*](κεῖνο Dindorf: κεῖνα codd.) δ᾽ ἐκμαθεῖν θέλω,
- ὦ φίλοι, ποῦ τὰς Ἀθήνας φασὶν ἱδρῦσθαι χθονός.
- τῆλε πρὸς δυσμαῖς ἄνακτος Ἡλίου φθινασμάτων.
- ἀλλὰ μὴν ἵμειρ᾽ ἐμὸς παῖς τήνδε θηρᾶσαι πόλιν;
- πᾶσα γὰρ γένοιτ᾽ ἂν Ἑλλὰς βασιλέως ὑπήκοος.
- ὧδέ τις πάρεστιν αὐτοῖς ἀνδροπλήθεια στρατοῦ;
- καὶ στρατὸς τοιοῦτος, ἔρξας πολλὰ δὴ Μήδους κακά.
- καὶ τί πρὸς τούτοισιν ἄλλο; πλοῦτος ἐξαρκὴς δόμοις;
- ἀργύρου πηγή τις αὐτοῖς ἐστι, θησαυρὸς χθονός.
- οὐδαμῶς: ἔγχη σταδαῖα καὶ φεράσπιδες σαγαί.
- τίς δὲ ποιμάνωρ ἔπεστι κἀπιδεσπόζει στρατῷ;