Persians

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶ
  2. βωμὸν προσέστην, ἀποτρόποισι δαίμοσιν
  3. θέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε.
  4. ὁρῶ δὲ φεύγοντ᾽ αἰετὸν πρὸς ἐσχάραν
  5. Φοίβου: φόβῳ δ᾽ ἄφθογγος ἐστάθην, φίλοι:
  6. μεθύστερον[*](μεθ᾽ ὕστερον M) δὲ κίρκον εἰσορῶ δρόμῳ
  7. πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα
  8. τίλλονθ᾽: ὁ δ᾽ οὐδὲν ἄλλο γ᾽ ἢ πτήξας δέμας
  9. παρεῖχε. ταῦτ᾽ ἔμοιγε δείματ᾽ εἰσιδεῖν,[*](εἰσιδεῖν Hartung: ἐς ἰδεῖν M: ἔστ᾽ ἰδεῖν recc.)
  10. ὑμῖν δ᾽ ἀκούειν. εὖ γὰρ ἴστε, παῖς ἐμὸς
  11. πράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτ᾽ ἀνήρ,
  12. κακῶς δὲ πράξασ—οὐχ ὑπεύθυνος πόλει,
  13. σωθεὶς δ᾽ ὁμοίως τῆσδε κοιρανεῖ χθονός.
Χορός
  1. οὔ σε βουλόμεσθα, μῆτερ, οὔτ᾽ ἄγαν φοβεῖν λόγοις
  2. οὔτε θαρσύνειν.[*](θρασύνειν M) θεοὺς δὲ προστροπαῖς ἱκνουμένη,
  3. εἴ τι φλαῦρον εἶδες, αἰτοῦ τῶνδ᾽ ἀποτροπὴν τελεῖν,
  4. τὰ δ᾽ ἀγάθ᾽[*](ἀγάθ᾽ recc.: αγαθὰ δ᾽ M) ἐκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις[*](τέκνοις] τέκνῳ rec.) σέθεν
  5. καὶ πόλει φίλοις τε πᾶσι. δεύτερον δὲ χρὴ χοὰς
  6. γῇ τε καὶ φθιτοῖς χέασθαι: πρευμενῶς δ᾽ αἰτοῦ τάδε,
  7. σὸν πόσιν Δαρεῖον, ὅνπερ φὴς ἰδεῖν κατ᾽ εὐφρόνην,