Persians
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἡ μὲν πέπλοισι Περσικοῖς ἠσκημένη,
- ἡ δ᾽ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν,
- μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολύ,
- κάλλει τ᾽ ἀμώμω, καὶ κασιγνήτα γένους
- ταὐτοῦ: πάτραν δ᾽ ἔναιον ἡ μὲν Ἑλλάδα
- κλήρῳ λαχοῦσα γαῖαν, ἡ δὲ βάρβαρον.
- τούτω στάσιν τιν᾽, ὡς ἐγὼ ᾽δόκουν ὁρᾶν,
- τεύχειν ἐν ἀλλήλαισι:[*](ἀλλήλῃσι (Ionice) M) παῖς δ᾽ ἐμὸς μαθὼν
- κατεῖχε κἀπράυνεν, ἅρμασιν δ᾽ ὕπο
- ζεύγνυσιν αὐτὼ καὶ λέπαδν᾽ ἐπ᾽ αὐχένων[*](ἐπ᾽ αὐχένων recc.: ὑπαυχένων M)
- τίθησι. χἠ μὲν τῇδ᾽ ἐπυργοῦτο στολῇ
- ἐν ἡνίαισί τ᾽[*](ἡνίαισί τ᾽ Blomfield: ἡνίαισιν M P: ἡνίαισι δ᾽ recc.) εἶχεν εὔαρκτον στόμα,
- ἡ δ᾽ ἐσφάδᾳζε, καὶ χεροῖν ἔντη[*](ἔντη Scaliger: ἐντῆ M) δίφρου
- διασπαράσσει, καὶ ξυναρπάζει βίᾳ
- ἄνευ χαλινῶν καὶ ζυγὸν θραύει μέσον.
- πίπτει δ᾽ ἐμὸς παῖς, καὶ πατὴρ παρίσταται
- Δαρεῖος οἰκτείρων σφε: τὸν δ᾽ ὅπως ὁρᾷ
- Ξέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι.
- καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω.
- ἐπεὶ δ᾽ ἀνέστην καὶ χεροῖν καλλιρρόου