Persians
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- μῦθον, οὐδαμῶς ἐμαυτῆς οὖσ᾽ ἀδείμαντος,[*](οὖσ᾽ ἀδείμαντος] οὐδ᾽ ἀδείμαντον Weil) φίλοι,
- μὴ μέγας πλοῦτος[*](πλοῦτος] δαίμων Heimsoeth) κονίσας οὖδας ἀντρέψῃ ποδὶ
- ὄλβον, ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινός.
- ταῦτά μοι διπλῆ μέριμνα φραστός[*](μέριμνα φραστός C. G. Haupt: μέριμν᾽ ἄφραστος codd.) ἐστιν ἐν φρεσίν,
- μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῇ σέβειν
- μήτ᾽ ἀχρημάτοισι λάμπειν φῶς ὅσον σθένος πάρα.
- ἔστι γὰρ πλοῦτός γ᾽ ἀμεμφής, ἀμφὶ δ᾽ ὀφθαλμῷ[*](ὀφθαλμῷ Heimsoeth: ὀφθαλμοῖς codd.) φόβος:
- ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν.
- πρὸς τάδ᾽ ὡς οὕτως ἐχόντων τῶνδε, σύμβουλοι λόγου
- τοῦδέ μοι γένεσθε, Πέρσαι, γηραλέα πιστώματα:
- πάντα γὰρ τὰ κέδν᾽ ἐν ὑμῖν ἐστί μοι βουλεύματα.