Persians

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. φροντίδα κεδνὴν καὶ βαθύβουλον
  2. θώμεθα, χρεία δὲ προσήκει,
  3. πῶς ἄρα[*](ἆρα M) πράσσει Ξέρξης βασιλεὺς
  4. Δαρειογενής,
  5. τὸ πατρωνύμιον γένος ἡμέτερον:
  6. πότερον τόξου ῥῦμα τὸ νικῶν,
  7. ἢ δορικράνου[*](δορικράνου recc.: δορυκράνου M)
  8. λόγχης ἰσχὺς κεκράτηκεν.
  9. ἀλλ᾽ ἥδε θεῶν ἴσον ὀφθαλμοῖς
  10. φάος ὁρμᾶται μήτηρ βασιλέως,
  11. βασίλεια δ᾽ ἐμή, προσπίτνω:[*](προσπίτνω] προσπίτνω προσκυνῶ (scholio iniuria illato) M)
  12. καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴν
  13. πάντας μύθοισι προσαυδᾶν.
Χορός
  1. ὦ βαθυζώνων ἄνασσα Περσίδων ὑπερτάτη,
  2. μῆτερ ἡ Ξέρξου γεραιά, χαῖρε, Δαρείου γύναι:
  3. θεοῦ μὲν εὐνάτειρα[*](εὐνάτειρα recc.: εὐνήτειρα M) Περσῶν, θεοῦ δὲ καὶ μήτηρ ἔφυς,
  4. εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ.
Ατοσσα
  1. ταῦτα δὴ λιποῦσ᾽ ἱκάνω χρυσεοστόλμους δόμους
  2. καὶ τὸ Δαρείου τε κἀμὸν κοινὸν εὐνατήριον.
  3. καί με καρδίαν ἀμύσσει φροντίς: ἐς δ᾽ ὑμᾶς ἐρῶ