Persians

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. θεόθεν γὰρ κατὰ Μοῖρ᾽
  2. ἐκράτησεν τὸ παλαι-
  3. όν, ἐπέσκηψε δὲ Πέρσαις
  4. πολέμους πυργοδαΐκτους
  5. διέπειν ἱππιοχάρμας
  6. τε κλόνους
  7. πόλεών τ᾽ ἀναστάσεις.
Χορός
  1. ἔμαθον δ᾽[*](τ᾽ recc.: δ᾽ M) εὐρυπόροι-
  2. ο θαλάσσας πολιαι-
  3. νομένας πνεύματι λάβρῳ
  4. ἐσορᾶν πόντιον ἄλσος,
  5. πίσυνοι λεπτοδόμοις πεί-
  6. σμασι λα-
  7. οπόροις τε μαχαναῖς.
Χορός
  1. ταῦτά μοι[*](μοι recc.: μου M G) μελαγχίτων
  2. φρὴν ἀμύσσεται φόβῳ,
  3. ὀᾶ, Περσικοῦ στρατεύματος
  4. τοῦδε, μὴ πόλις[*](πόλις iniuria suspectum) πύθη-
  5. ται κένανδρον μέγ᾽ ἄστυ Σουσίδος,
Χορός
  1. καὶ τὸ Κισσίων πόλισμ᾽