Persians

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. κυανοῦν[*](κυανοῦν Blomfield: κυάνεον codd.) δ᾽ ὄμμασι λεύσσων
  2. φονίου[*](φονίου Turnebus: φοινίου codd.) δέργμα[*](δέργμα recc. aliquot: δέρμα M cett.) δράκοντος,
  3. πολύχειρ καὶ πολυναύτας,
  4. Σύριόν θ᾽ ἅρμα διώκων,
  5. ἐπάγει δουρικλύτοις ἀν-
  6. δράσι τοξόδαμνον Ἄρη.
Χορός
  1. δόκιμος δ᾽ οὔτις ὑποστὰς
  2. μεγάλῳ ῥεύματι φωτῶν
  3. ἐχυροῖς ἕρκεσιν εἴργειν
  4. ἄμαχον κῦμα θαλάσσας:
  5. ἀπρόσοιστος γὰρ ὁ Περσᾶν[*](Περσᾶν Blomfield: περσῶν codd.)
  6. στρατὸς ἀλκίφρων τε λαός.
Χορός
  1. δολόμητιν δ᾽ ἀπάταν θεοῦ
  2. τίς ἀνὴρ θνατὸς ἀλύξει;
  3. τίς ὁ κραιπνῷ ποδὶ πήδη-
  4. μα[*](πήδημα τόδ᾽ Emper: πηδήματος codd.) τόδ᾽ εὐπετῶς[*](εὐπετῶς Emper: εὐπέτεος codd. plerique: εὐπετέως P) ἀνᾴσσων;[*](ἀνᾴσσων Brunck: ἀνάσσων codd.)
Χορός
  1. φιλόφρων γὰρ παρασαίνει[*](παρασαίνει Seidler: σαίνουσα τὸ πρῶτον παράγει (scholium longe a poeta alienum) codd.)
  2. βροτὸν εἰς ἄρκυας Ἄτα,[*](ἄρκυας ἄτα Hermann: ἀρκύστατα codd.)
  3. τόθεν οὐκ ἔστιν ὕπερθέν
  4. νιν ἄνατον ἐξαλύξαι.[*](ὕπερθεν Robortello, νιν ἄνατον ἐξαλύξαι Wecklein: ὑπὲρ θνατὸν ἀλύξαντα φυγεῖν codd.)