Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἐμοὶ δʼ ὀπαδοὺς τούσδε καὶ δορυσσόους
  2. ἔταξαν, ὡς ἔχοιμι τίμιον γέρας,
  3. καὶ μὴ ʼξ ἀέλπτων δορικανεῖ μόρῳ θανὼν
  4. λάθοιμι, χώρᾳ δʼ ἄχθος ἀείζων πέλοι.
  5. τοιῶνδε τυγχάνοντας ἐκ πρυμνῆς φρενὸς
  6. χάριν σέβεσθαι τιμιωτέραν χρεών.
  7. καὶ ταῦθʼ ἅμʼ ἐγγράψασθε πρὸς γεγραμμένοις
  8. πολλοῖσιν ἄλλοις σωφρονίσμασιν πατρός,
  9. ἀγνῶθʼ ὅμιλον ἐξελέγχεσθαι χρόνῳ.
  10. πᾶς δʼ ἐν μετοίκῳ γλῶσσαν εὔτυκον φέρει
  11. κακήν, τό τʼ εἰπεῖν εὐπετὲς μύσαγμά πως.
  12. ὑμᾶς δʼ ἐπαινῶ μὴ καταισχύνειν ἐμέ,
  13. ὥραν ἐχούσας τήνδʼ ἐπίστρεπτον βροτοῖς.
  14. τέρεινʼ ὀπώρα δʼ εὐφύλακτος οὐδαμῶς·
  15. θῆρες δὲ κηραίνουσι καὶ βροτοί, τί μήν;