Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- μῆτις, ὅπου χρὴ δώματα ναίειν
- καὶ τόπος εὔφρων. πᾶς τις ἐπειπεῖν
- ψόγον ἀλλοθρόοις
- εὔτυκος· εἴη δὲ τὰ λῷστα.
- σύν τʼ εὐκλείᾳ καὶ ἀμηνίτῳ
- βάξει λαῶν ἐγχώρων
- ---
- τάσσεσθε, φίλαι δμωίδες, οὕτως
- ὡς ἐφʼ ἑκάστῃ διεκλήρωσεν
- Δαναὸς θεραποντίδα φερνήν.
- ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών,
- θύειν τε λείβειν θʼ, ὡς θεοῖς, Ὀλυμπίοις,
- σπονδάς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως.
- καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐγγενεῖς
- φίλους πικρῶς ἤκουσαν αὐτανεψίοις·