Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ.
  2. καρπώματα στάζοντα κηρύσσει Κύπρις
  3. καλωρα κωλύουσαν θωσμένειν ἐρῶ,
  4. καὶ παρθένων χλιδαῖσιν εὐμόρφοις ἔπι
  5. πᾶς τις παρελθὼν ὄμματος θελκτήριον
  6. τόξευμʼ ἔπεμψεν, ἱμέρου νικώμενος.
  7. πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνος
  8. πολὺς δὲ πόντος οὕνεκʼ ἠρόθη δορί,
  9. μηδʼ αἶσχος ἡμῖν, ἡδονὴν δʼ ἐχθροῖς ἐμοῖς
  10. πράξωμεν. οἴκησις δὲ καὶ διπλῆ πάρα
  11. τὴν μὲν Πελασγός, τὴν δὲ καὶ πόλις διδοῖ,
  12. οἰκεῖν λάτρων ἄτερθεν· εὐπετῆ τάδε.
  13. μόνον φύλαξαι τάσδʼ ἐπιστολὰς πατρός,
  14. τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον.
Χορός
  1. τἄλλʼ εὐτυχοῖμεν πρὸς θεῶν Ὀλυμπίων.