Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην.
- καὶ δώματʼ ἐστὶ πολλὰ μὲν τὰ δήμια,
- δεδωμάτωμαι δʼ οὐδʼ ἐγὼ σμικρᾷ χερί.
- ἔνθʼ ὑμίν ἐστιν εὐτύκους ναίειν δόμους
- πολλῶν μετʼ ἄλλων· εἰ δέ τις μείζων χάρις,
- πάρεστιν οἰκεῖν καὶ μονορρύθμους δόμους.
- τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα
- πάρεστι, λωτίσασθε. προστάτης δʼ ἐγὼ
- ἀστοί τε πάντες, ὧνπερ ἥδε κραίνεται
- ψῆφος. τί τῶνδε κυριωτέρους μένεις;
- ἀλλʼ ἀντʼ ἀγαθῶν ἀγαθοῖσι βρύοις,
- δῖε Πελασγῶν.
- πέμψον δὲ πρόφρων δεῦρʼ ἡμέτερον
- πατέρʼ εὐθαρσῆ Δαναόν, πρόνοον
- καὶ βούλαρχον. τοῦ γὰρ προτέρα
- μῆτις, ὅπου χρὴ δώματα ναίειν
- καὶ τόπος εὔφρων. πᾶς τις ἐπειπεῖν
- ψόγον ἀλλοθρόοις
- εὔτυκος· εἴη δὲ τὰ λῷστα.
- σύν τʼ εὐκλείᾳ καὶ ἀμηνίτῳ