Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. βάξει λαῶν ἐγχώρων
  2. ---
  3. τάσσεσθε, φίλαι δμωίδες, οὕτως
  4. ὡς ἐφʼ ἑκάστῃ διεκλήρωσεν
  5. Δαναὸς θεραποντίδα φερνήν.
Δαναός
  1. ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών,
  2. θύειν τε λείβειν θʼ, ὡς θεοῖς, Ὀλυμπίοις,
  3. σπονδάς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως.
  4. καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐγγενεῖς
  5. φίλους πικρῶς ἤκουσαν αὐτανεψίοις·
  6. ἐμοὶ δʼ ὀπαδοὺς τούσδε καὶ δορυσσόους
  7. ἔταξαν, ὡς ἔχοιμι τίμιον γέρας,
  8. καὶ μὴ ʼξ ἀέλπτων δορικανεῖ μόρῳ θανὼν
  9. λάθοιμι, χώρᾳ δʼ ἄχθος ἀείζων πέλοι.
  10. τοιῶνδε τυγχάνοντας ἐκ πρυμνῆς φρενὸς
  11. χάριν σέβεσθαι τιμιωτέραν χρεών.
  12. καὶ ταῦθʼ ἅμʼ ἐγγράψασθε πρὸς γεγραμμένοις
  13. πολλοῖσιν ἄλλοις σωφρονίσμασιν πατρός,
  14. ἀγνῶθʼ ὅμιλον ἐξελέγχεσθαι χρόνῳ.
  15. πᾶς δʼ ἐν μετοίκῳ γλῶσσαν εὔτυκον φέρει