Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἔλυσεν· ἀλλὰ πολλὰ γίγνεται πάρος
- πεσήματʼ ἀνδρῶν κἀπολακτισμοὶ βίου.
- τί σοι λέγειν χρὴ τοὔνομʼ; ἐν χρόνῳ μαθὼν
- εἴσῃ σύ τʼ αὐτὸς χοἰ ξυνέμποροι σέθεν.
- ταύτας δʼ ἑκούσας μὲν κατʼ εὔνοιαν φρενῶν
- ἄγοις ἄν, εἴπερ εὐσεβὴς πίθοι λόγος.
- τοία δὲ δημόπρακτος ἐκ πόλεως μία
- ψῆφος κέκρανται, μήποτʼ ἐκδοῦναι βίᾳ
- στόλον γυναικῶν· τῶνδʼ ἐφήλωται τορῶς
- γόμφος διαμπάξ, ὡς μένειν ἀραρότως.
- ταῦτʼ οὐ πίναξίν ἐστιν ἐγγεγραμμένα
- οὐδʼ ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα,
- σαφῆ δʼ ἀκούεις ἐξ ἐλευθεροστόμου
- γλώσσης. κομίζου δʼ ὡς τάχιστʼ ἐξ ὀμμάτων.
- ἔοιγμεν ἤδη πόλεμον ἀρεῖσθαι νέον.
- εἴη δὲ νίκη καὶ κράτη τοῖς ἄρσεσιν.
- ἀλλʼ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας
- εὑρήσετʼ οὐ πίνοντας ἐκ κριθῶν μέθυ.
- ὑμεῖς δὲ πᾶσαι σὺν φίλαις ὀπάοσι
- θράσος λαβοῦσαι στείχετʼ εὐερκῆ πόλιν,