Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- τί δʼ ἠμπλάκηται τῶνδʼ ἐμοὶ δίκης ἄτερ;
- ξένος μὲν εἶναι πρῶτον οὐκ ἐπίστασαι.
- πῶς δʼ οὐχί; τἄμʼ ὀλωλόθʼ εὑρίσκων ἄγω.
- ποίοισιν εἰπὼν προξένοις ἐγχωρίοις;
- Ἑρμῇ μεγίστῳ προξένῳ μαστηρίῳ.
- θεοῖσιν εἰπὼν τοὺς θεοὺς οὐδὲν σέβῃ.
- τοὺς ἀμφὶ Νεῖλον δαίμονας σεβίζομαι.
- οἱ δʼ ἐνθάδʼ οὐδέν, ὡς ἐγὼ σέθεν κλύω;
- ἄγοιμʼ ἄν, εἴ τις τάσδε μὴ ʼξαιρήσεται.
- κλάοις ἄν, εἰ ψαύσειας, οὐ μάλʼ ἐς μακράν.
- ἤκουσα τοὔπος δʼ οὐδαμῶς φιλόξενον.
- οὐ γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας.
- λέγοιμʼ ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε.
- ἀβουκόλητον τοῦτʼ ἐμῷ, φρονήματι.
- ἀλλʼ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον,—
- καὶ γὰρ πρέπει κήρυκʼ ἀπαγγέλλειν τορῶς
- ἕκαστα,—πῶς φῶ, πρὸς τίνος τʼ ἀφαιρεθεὶς
- ἥκειν γυναικῶν αὐτανέψιον στόλον;
- οὔτοι δικάζει ταῦτα μαρτύρων ὕπο
- Ἄρης· τὸ νεῖκος δʼ οὐκ ἐν ἀργύρου λαβῇ