Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ---
  2. ἔχιδνα δʼ ὥς μέ τις
  3. πόδα δακοῦσʼ ἔχει.
  4. ὀτοτοτοτοῖ,
  5. μᾶ Γᾶ μᾶ Γᾶ βοὰν
  6. φοβερὸν ἀπότρεπε,
  7. ὦ πᾶ, Γᾶς παῖ, Ζεῦ.
Κῆρυξ
  1. εἰ μή τις ἐς ναῦν εἶσιν αἰνέσας τάδε,
  2. λακὶς χιτῶνος ἔργον οὐ κατοικτιεῖ.
Χορός
  1. διωλόμεσθʼ· ἄσεπτʼ, ἄναξ, πάσχομεν—
Κῆρυξ
  1. πολλοὺς ἄνακτας, παῖδας Αἰγύπτου τάχα
  2. ὄψεσθε· θαρσεῖτʼ, οὐκ ἐρεῖτʼ ἀναρχίαν.
  1. ἰὼ πόλεως ἀγοὶ πρόμοι, δάμναμαι.
  1. ἕλξειν ἔοιχʼ ὑμᾶς ἀποσπάσας κόμης,
  2. ἐπεὶ οὐκ ἀκούετʼ ὀξὺ τῶν ἐμῶν λόγων.
Βασιλεύς
  1. οὗτος, τί ποιεῖς; ἐκ ποίου φρονήματος
  2. ἀνδρῶν Πελασγῶν τήνδʼ ἀτιμάζεις χθόνα;
  3. ἀλλʼ ἦ γυναικῶν ἐς πόλιν δοκεῖς μολεῖν;
  4. κάρβανος ὢν δʼ Ἕλλησιν ἐγχλίεις ἄγαν·
  5. καὶ πόλλʼ ἁμαρτὼν οὐδὲν ὤρθωσας φρενί.