Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. πίπτει δʼ ἀσφαλὲς οὐδʼ ἐπὶ νώτῳ,
  2. κορυφᾷ Διὸς εἰ κρανθῇ , πρᾶγμα τέλειον.
  3. δαυλοὶ γὰρ πραπίδων
  4. δάσκιοί τε τείνουσιν πόροι
  5. κατιδεῖν ἄφραστοι.
Χορός
  1. ἰάπτει δʼ ἐλπίδων
  2. ἀφʼ ὑψιπύργων πανώλεις
  3. βροτούς, βίαν δʼ
  4. οὔτινʼ ἐξοπλίζει·
  5. πᾶν ἄπονον δαιμονίων.
  6. ἥμενος ὃν φρόνημά πως
  7. αὐτόθεν ἐξέπραξεν ἔμπας
  8. ἑδράνων ἐφʼ ἁγνῶν.
Χορός
  1. ἰδέσθω δʼ εἰς ὕβριν
  2. βρότειον, οἵα νεάζει