Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. εἴ τις ἐστὶ κηδεμών.
Χορός
  1. ἀλλά, θεοὶ γενέται
  2. κλύετʼ εὖ τὸ δίκαιον ἰδόντες·
  3. ἥβᾳ μὴ τέλεον
  4. δόντες ἔχειν παρʼ αἶσαν,
  5. ὕβριν δʼ ἑτοίμως στυγοῦντες,
  6. πέλοιτʼ ἂν ἔνδικοι γάμοις.
  7. ἔστι δὲ κἀκ πολέμου τειρομένοις
  8. βωμὸς ἀρῆς φυγάσιν
  9. ῥῦμα, δαιμόνων σέβας.
Χορός
  1. εὖ δʼ εἴη Διόθεν παναληθῶς.
  2. Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη.
  3. παντᾷ τοι φλεγέθει
  4. κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳ
  5. μερόπεσσι λαοῖς.