Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. πυθμὴν διʼ ἁ-
  2. μὸν γάμον τεθαλὼς
  3. δυσπαραβούλοισι φρεσίν,
  4. καὶ διάνοιαν μαινόλιν
  5. κέντρον ἔχων ἄφυκτον, ἄταν δʼ
  6. ἀπάτᾳ μεταγνούς.
Χορός
  1. τοιαῦτα πάθεα μέλεα θρεομένα λέγω
  2. λιγέα βαρέα δακρυοπετῆ,
  3. ἰὴ ἰή,
  4. ἰηλέμοισιν ἐμπρεπῆ· θρεομένη μέλη
  5. ζῶσα γόοις με τιμῶ.
Χορός
  1. ἱλεοῦμαι μὲν Ἀπίαν βοῦνιν,
  2. καρβᾶνα δʼ αὐδὰν
  3. εὖ, γᾶ, κοννεῖς.
  4. πολλάκι δʼ ἐμπίτνω ξὺν λακίδι