Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- γοεδνὰ δʼ ἀνθεμίζομαι
- δειμαίνουσα φίλους, τᾶσδε φυγᾶς
- ἀερίας ἀπὸ γᾶς
- εἴ τις ἐστὶ κηδεμών.
- ἀλλά, θεοὶ γενέται
- κλύετʼ εὖ τὸ δίκαιον ἰδόντες·
- ἥβᾳ μὴ τέλεον
- δόντες ἔχειν παρʼ αἶσαν,
- ὕβριν δʼ ἑτοίμως στυγοῦντες,
- πέλοιτʼ ἂν ἔνδικοι γάμοις.
- ἔστι δὲ κἀκ πολέμου τειρομένοις
- βωμὸς ἀρῆς φυγάσιν
- ῥῦμα, δαιμόνων σέβας.
- εὖ δʼ εἴη Διόθεν παναληθῶς.
- Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη.
- παντᾷ τοι φλεγέθει
- κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳ
- μερόπεσσι λαοῖς.
- πίπτει δʼ ἀσφαλὲς οὐδʼ ἐπὶ νώτῳ,