Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- κορυφᾷ Διὸς εἰ κρανθῇ , πρᾶγμα τέλειον.
- δαυλοὶ γὰρ πραπίδων
- δάσκιοί τε τείνουσιν πόροι
- κατιδεῖν ἄφραστοι.
- ἰάπτει δʼ ἐλπίδων
- ἀφʼ ὑψιπύργων πανώλεις
- βροτούς, βίαν δʼ
- οὔτινʼ ἐξοπλίζει·
- πᾶν ἄπονον δαιμονίων.
- ἥμενος ὃν φρόνημά πως
- αὐτόθεν ἐξέπραξεν ἔμπας
- ἑδράνων ἐφʼ ἁγνῶν.
- ἰδέσθω δʼ εἰς ὕβριν
- βρότειον, οἵα νεάζει
- πυθμὴν διʼ ἁ-
- μὸν γάμον τεθαλὼς
- δυσπαραβούλοισι φρεσίν,
- καὶ διάνοιαν μαινόλιν
- κέντρον ἔχων ἄφυκτον, ἄταν δʼ