Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. πιστὰ τεκμήρια γαιονόμοις,
  2. τὰ δʼ ἄελπτά περ ὄντα φανεῖται.
  3. γνώσεται
  4. δὲ λόγους τις ἐν μάκει.
Χορός
  1. εἰ δὲ κυρεῖ τις πέλας οἰωνοπόλων
  2. ἔγγαιος οἶκτον οἰκτρὸν ἀίων,
  3. δοξάσει τις ἀκούειν ὄπα τᾶς Τηρεΐας
  4. Μήτιδος οἰκτρᾶς ἀλόχου,
  5. κιρκηλάτου τʼ ἀηδόνος,
Χορός
  1. ἅτʼ ἀπὸ χλωρῶν πετάλων ἐργομένα
  2. πενθεῖ μὲν οἶκτον ἠθέων·
  3. ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνως
  4. ὤλετο πρὸς χειρὸς ἕθεν
  5. δυσμάτορος κότου τυχών·
Χορός
  1. τὼς καὶ ἐγὼ φιλόδυρ-
  2. τος Ἰαονίοισι νόμοισι
  3. δάπτω τὰν ἁπαλὰν
  4. Νειλοθερῆ παρειὰν
  5. ἀπειρόδακρύν τε καρδίαν.