Suppliant Maidens

Aeschylus

Aeschylus, creator; Aeschylus with an English translation Vol I; Smyth, Herbert Weir, 1857- 1937, editor, translator; Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.

  1. τὸν ἄκορον βοᾶς,
  2. κτίσαι μάχλον Ἄπη,
  3. τὸν ἀρότοις θερί-
  4. ζοντα βροτοὺς ἐν ἄλλοις,
  5. οὕνεκʼ ᾤκτισαν ἡμᾶς,
  6. ψῆφον δʼ εὔφρονʼ ἔθεντο,
  7. αἰδοῦνται δʼ ἱκέτας Διός,
  8. ποίμναν τάνδʼ ἀμέγαρτον·
Χορός
  1. οὐδὲ μετʼ ἀρσένων
  2. ψῆφον ἔθεντʼ ἀτιμώ-
  3. σαντες ἔριν γυναικῶν,
  4. Δῖον ἐπιδόμενοι
  5. πράκτορά τε σκοπὸν
  6. δυσπολέμητον, ὃν οὐ
  7. τίς ἂν δόμος ἔχοι
  8. ἐπʼ ὀρόφων μιαί-
  9. νοντα; βαρὺς δʼ ἐφίζει.
  10. ἅζονται γὰρ ὁμαίμους
  11. Ζηνὸς ἵκτορας ἁγνοῦ.
  12. τοιγάρτοι καθαροῖσι βω-