Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. μοῖς θεοὺς ἀρέσονται.
Χορός
  1. τοιγὰρ ὑποσκίων
  2. ἐκ στομάτων ποτά-
  3. σθω φιλότιμος εὐχά,
  4. μήποτε λοιμὸς ἀνδρῶν
  5. τάνδε πόλιν κενώσαι·
  6. μηδʼ ἐπιχωρίοις ἔρις
  7. πτώμασιν αἱματίσαι πέδον γᾶς.
  8. ἥβας δʼ ἄνθος ἄδρεπτον
  9. ἔστω, μηδʼ Ἀφροδίτας
  10. εὐνάτωρ βροτολοιγὸς Ἄ-
  11. ρης κέρσειεν ἄωτον.
Χορός
  1. καὶ γεραροῖσι πρε-
  2. σβυτοδόκοι γεμόν-
  3. των θυμέλαι φλεγόντων.
  4. τὼς πόλις εὖ νέμοιτο
  5. Ζῆνα μέγαν σεβόντων,
  6. τὸν ξένιον δʼ ὑπερτάτως,
  7. ὃς πολιῷ νόμῳ αἶσαν ὀρθοῖ.
  8. τίκτεσθαι δʼ ἐφόρους γᾶς