Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- τοιάνδʼ ἔπειθεν ῥῆσιν ἀμφʼ ἡμῶν λέγων
- ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον
- μέγαν προφωνῶν μήποτʼ εἰσόπιν χρόνου
- πόλιν παχῦναι, ξενικὸν ἀστικόν θʼ ἅμα
- λέγων διπλοῦν μίασμα πρὸ πόλεως φανὲν
- ἀμήχανον βόσκημα πημονῆς πέλειν.
- τοιαῦτʼ ἀκούων χερσὶν Ἀργεῖος λεὼς
- ἔκρανʼ ἄνευ κλητῆρος ὡς εἶναι τάδε.
- δημηγόρους δʼ ἤκουσεν εὐπιθὴς στροφὰς
- δῆμος Πελασγῶν· Ζεὺς δʼ ἐπέκρανεν τέλος
- ἄγε δή, λέξωμεν ἐπʼ Ἀργείοις
- εὐχὰς ἀγαθάς, ἀγαθῶν ποινάς.
- Ζεὺς δʼ ἐφορεύοι ξένιος ξενίου
- στόματος τιμὰς ἐπʼ ἀληθείᾳ,
- τέρμονʼ ἄμεμπτον προσαπαντᾶν.
- νῦν ὅτε καί, θεοὶ
- διογενεῖς, κλύοιτʼ εὐ-
- κταῖα γένει χεούσας·
- μήποτε πυρίφατον
- γᾶν Πελασγίαν πόλιν