Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ὑπʼ ἀρχᾶς δʼ οὔ τινος θοάζων
- τὸ μεῖον κρεισσόνων κρατύνει.
- οὔτινος ἄνωθεν ἡμένου σέβει κράτη.
- πάρεστι δʼ ἔργον ὡς ἔπος
- σπεῦσαί τι τῶν βούλιος φέρει φρήν.
- θαρσεῖτε παῖδες. εὖ τὰ τῶν ἐγχωρίων·
- δήμου δέδοκται παντελῆ ψηφίσματα.
- ὦ χαῖρε πρέσβυ, φίλτατʼ ἀγγέλλων ἐμοί
- ἔνισπε δʼ ἡμῖν ποῖ κεκύρωται τέλος,
- δήμου κρατοῦσα χεὶρ ὅπῃ πληθύνεται.
- ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως,
- ἀλλʼ ὥστʼ ἀνηβῆσαί με γηραιᾷ φρενί·
- πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις
- ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον·
- ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους
- κἀρρυσιάστους ξύν τʼ ἀσυλίᾳ βροτῶν·
- καὶ μήτʼ ἐνοίκων μήτʼ ἐπηλύδων τινὰ
- ἄγειν· ἐὰν δὲ προστιθῇ τὸ καρτερόν,
- τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων
- ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ.