Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. κἀρρυσιάστους ξύν τʼ ἀσυλίᾳ βροτῶν·
  2. καὶ μήτʼ ἐνοίκων μήτʼ ἐπηλύδων τινὰ
  3. ἄγειν· ἐὰν δὲ προστιθῇ τὸ καρτερόν,
  4. τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων
  5. ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ.
  6. τοιάνδʼ ἔπειθεν ῥῆσιν ἀμφʼ ἡμῶν λέγων
  7. ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον
  8. μέγαν προφωνῶν μήποτʼ εἰσόπιν χρόνου
  9. πόλιν παχῦναι, ξενικὸν ἀστικόν θʼ ἅμα
  10. λέγων διπλοῦν μίασμα πρὸ πόλεως φανὲν
  11. ἀμήχανον βόσκημα πημονῆς πέλειν.
  12. τοιαῦτʼ ἀκούων χερσὶν Ἀργεῖος λεὼς
  13. ἔκρανʼ ἄνευ κλητῆρος ὡς εἶναι τάδε.
  14. δημηγόρους δʼ ἤκουσεν εὐπιθὴς στροφὰς
  15. δῆμος Πελασγῶν· Ζεὺς δʼ ἐπέκρανεν τέλος