Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἄγε δή, λέξωμεν ἐπʼ Ἀργείοις
- εὐχὰς ἀγαθάς, ἀγαθῶν ποινάς.
- Ζεὺς δʼ ἐφορεύοι ξένιος ξενίου
- στόματος τιμὰς ἐπʼ ἀληθείᾳ,
- τέρμονʼ ἄμεμπτον προσαπαντᾶν.
- νῦν ὅτε καί, θεοὶ
- διογενεῖς, κλύοιτʼ εὐ-
- κταῖα γένει χεούσας·
- μήποτε πυρίφατον
- γᾶν Πελασγίαν πόλιν
- τὸν ἄκορον βοᾶς,
- κτίσαι μάχλον Ἄπη,
- τὸν ἀρότοις θερί-
- ζοντα βροτοὺς ἐν ἄλλοις,
- οὕνεκʼ ᾤκτισαν ἡμᾶς,