Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ὑπʼ ἀρχᾶς δʼ οὔ τινος θοάζων
  2. τὸ μεῖον κρεισσόνων κρατύνει.
  3. οὔτινος ἄνωθεν ἡμένου σέβει κράτη.
  4. πάρεστι δʼ ἔργον ὡς ἔπος
  5. σπεῦσαί τι τῶν βούλιος φέρει φρήν.
Δαναός
  1. θαρσεῖτε παῖδες. εὖ τὰ τῶν ἐγχωρίων·
  2. δήμου δέδοκται παντελῆ ψηφίσματα.
Χορός
  1. ὦ χαῖρε πρέσβυ, φίλτατʼ ἀγγέλλων ἐμοί
  2. ἔνισπε δʼ ἡμῖν ποῖ κεκύρωται τέλος,
  3. δήμου κρατοῦσα χεὶρ ὅπῃ πληθύνεται.
Δαναός
  1. ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως,
  2. ἀλλʼ ὥστʼ ἀνηβῆσαί με γηραιᾷ φρενί·
  3. πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις
  4. ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον·
  5. ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους