Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. σπεῦσαί τι τῶν βούλιος φέρει φρήν.
Δαναός
  1. θαρσεῖτε παῖδες. εὖ τὰ τῶν ἐγχωρίων·
  2. δήμου δέδοκται παντελῆ ψηφίσματα.
Χορός
  1. ὦ χαῖρε πρέσβυ, φίλτατʼ ἀγγέλλων ἐμοί
  2. ἔνισπε δʼ ἡμῖν ποῖ κεκύρωται τέλος,
  3. δήμου κρατοῦσα χεὶρ ὅπῃ πληθύνεται.
Δαναός
  1. ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως,
  2. ἀλλʼ ὥστʼ ἀνηβῆσαί με γηραιᾷ φρενί·
  3. πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις
  4. ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον·
  5. ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους
  6. κἀρρυσιάστους ξύν τʼ ἀσυλίᾳ βροτῶν·
  7. καὶ μήτʼ ἐνοίκων μήτʼ ἐπηλύδων τινὰ
  8. ἄγειν· ἐὰν δὲ προστιθῇ τὸ καρτερόν,
  9. τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων
  10. ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ.
  11. τοιάνδʼ ἔπειθεν ῥῆσιν ἀμφʼ ἡμῶν λέγων
  12. ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον
  13. μέγαν προφωνῶν μήποτʼ εἰσόπιν χρόνου