Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. λαβοῦσα δʼ ἕρμα Δῖον ἀψευδεῖ λόγῳ
  2. γείνατο παῖδʼ ἀμεμφῆ,
Χορός
  1. διʼ αἰῶνος μακροῦ πάνολβον·
  2. ἔνθεν πᾶσα βοᾷ χθών,
  3. φυσιζόου γένος τόδε
  4. Ζηνός ἐστιν ἀληθῶς·
  5. τίς γὰρ ἂν κατέπαυσεν Ἥ-
  6. ρας νόσους ἐπιβούλους;
  7. Διὸς τόδʼ ἔργον καὶ τόδʼ ἂν γένος λέγων
  8. ἐξ Ἐπάφου κυρήσαις.
Χορός
  1. τίνʼ ἂν θεῶν ἐνδικωτέροισιν
  2. κεκλοίμαν εὐλόγως ἐπʼ ἔργοις;
  3. αὐτὸς ὁ πατὴρ φυτουργὸς αὐτόχειρ ἄναξ
  4. γένους παλαιόφρων μέγας
  5. τέκτων, τὸ πᾶν μῆχαρ οὔριος Ζεύς.
Χορός
  1. ὑπʼ ἀρχᾶς δʼ οὔ τινος θοάζων
  2. τὸ μεῖον κρεισσόνων κρατύνει.
  3. οὔτινος ἄνωθεν ἡμένου σέβει κράτη.
  4. πάρεστι δʼ ἔργον ὡς ἔπος